The following nine fragments are here joined together, as if they made one poem.
1) ἀλλ᾿ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δ᾿ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.
2) Αἰθίοπές τε <θεοὺς σφετέρους> σιμοὺς μέλανάς τε
Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς <φασι πέλεσθαι>.
3) ἀλλ᾿ εἰ χεῖρας ἔχον βόες <ἵπποι τ᾿> ἠὲ λέοντες
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μέν θ᾿ ἵπποισι βόες δέ τε βουσὶν ὁμοίας
καί <κε> θεῶν ἰδέας ἔγραφον καὶ σώματ᾿ ἐποίουν
τοιαῦθ᾿ οἷόν περ καὐτοὶ δέμας εἶχον <ἕκαστοι>.
4) πάντα θεοῖσ᾿ ἀνέθηκαν ῞Ομηρός θ᾿ ῾Ησίοδός τε,
ὅσσα παρ᾿ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
5) ῞Ομηρος δὲ καὶ ῾Ησίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη
ὡς πλεῖστ(α) ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
6) εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίϊος οὔτε νόημα.
7) αἰεὶ δ᾽ ἐν ταὐτῷ μίμνει κινούμενος οὐδέν,
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ.
8) οὖλος ὁρᾷ, οὖλος δὲ νοεῖ, οῦλος δέ τ᾽ ἀκούει.
9) ἀλλ᾽ ἀπάνευθε πόνοιο νοῶν φρενὶ πάντα κραδαίνει.
Diels, Die Fragmente der Vorsokratiker, 1906.